ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1
Matthew 1 Beza Greek New Testament 1598

1Β΄ΙΒΛΟΣ γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβιδ, υἱοῦ Ἀβραάμ.

2Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς ἀυτοῦ. 3Ι᾽ούδας δὲ ἐγέννησε τὸν Φαρες καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ. Φαρές δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ 4Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ. Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών. Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών. 5Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ. Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ. Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί. 6Ἰεσσαὶ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα. Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα εκ της τοῦ Οὐρίου. 7Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ. Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά. Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά. 8Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ. Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ. Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὁζίαν. 9Ὁζὶας δὲ ἐγέννησε τὸν Ἰωάθαμ. Ι᾽ωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ. Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν 10Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ. Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν. 11Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς ἀυτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

12Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ. Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ. 13Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ. Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ. Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ. 14Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ. Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ. Αχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ. 15Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ. Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν. Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ. 16Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ, τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ἸΗΣΟ῀ΥΣ ὁ λεγόμενος Χριστός·

17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.

18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς ἀυτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 19Ἰωσὴφ δε ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκὰ σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. 21Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟ῀ΥΝ. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22(Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος, 23Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι, μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός.) 24Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ. 25Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟ῀ΥΝ.

Beza Greek New Testament 1598

dharkness.info

Malachi 4
Top of Page
Top of Page